Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.3 | Dem. 20.7 (English) | >>Dem. 20.10 |
20.5εἰ τοίνυν τις ἐάσας ταῦτʼ αὐτὸ καθʼ αὕτʼ ἐξετάσειεν , πότερόν ποτε λυσιτελέστερόν ἐστι κυρίους μὲν ὑμᾶς εἶναι τῆς δωρειᾶς , ἐξαπατηθέντας δέ τι καὶ φαύλῳ τινὶ δοῦναι , ἢ διὰ τοῦ παντελῶς ἀκύρους γενέσθαι μηδʼ ἂν ἄξιόν τινʼ εἰδῆτʼ ἐξεῖναι τιμῆσαι , εὕροιτʼ ἂν μᾶλλον ἐκεῖνο λυσιτελοῦν . διὰ τί ; ὅτι ἐκ μὲν τοῦ πλείονας ἢ προσήκει τιμᾶν πολλοὺς εὖ ποιεῖν προκαλεῖσθʼ ὑμᾶς , ἐκ δὲ τοῦ μηδενὶ μηδέν , μηδʼ ἂν ἄξιος ᾖ , διδόναι , πάντας ἀπείρξετε τοῦ φιλοτιμεῖσθαι .
20.6πρὸς δὲ τούτῳ καὶ διʼ ἐκεῖνο , ὅτι οἱ μὲν ἀνάξιόν τινα τιμήσαντες εὐηθείας τινὰ δόξαν ἔχοιεν ἄν , οἱ δὲ τοὺς ἀγαθόν τι ποιοῦντας ἑαυτοὺς μὴ τοῖς ὁμοίοις ἀμειβόμενοι , κακίας . ὅσῳ δὴ κρεῖττον εὐήθη δοκεῖν ἢ πονηρὸν εἶναι , τοσούτῳ λῦσαι τὸν νόμον κάλλιον ἢ θέσθαι .
οὐ τοίνυν ἔμοιγʼ οὐδʼ ἐκεῖνʼ εὔλογον , ὦ ἄνδρες Ἀθηναῖοι , σκοπουμένῳ φαίνεται , καταμεμφόμενόν τινας ἐπὶ ταῖς ὑπαρχούσαις δωρειαῖς τοὺς χρησίμους ὄντας τῶν τιμῶν ἀποστερεῖν . εἰ γὰρ ὑπαρχουσῶν τούτων φαῦλοι καὶ ἀνάξιοί τινες κατὰ τὸν τούτων λόγον εἰσίν , τί χρὴ προσδοκᾶν ἔσεσθαι τότε , ὅταν παντελῶς μηδὲ πλέον μέλλῃ μηδὲν εἶναι τοῖς χρηστοῖς οὖσιν ;
ἔτι τοίνυν ὑμᾶς κἀκεῖνʼ ἐνθυμεῖσθαι δεῖ , ὅτι ἐκ τῶν νῦν ὑπαρχόντων νόμων καὶ πάλαι κυρίων , οὓς οὐδʼ ἂν αὐτὸς οὗτος ἀντείποι μὴ οὐχὶ καλῶς ἔχειν , ἐνιαυτὸν διαλιπὼν ἕκαστος λῃτουργεῖ , ὥστε τὸν ἥμισύν ἐστʼ ἀτελὴς τοῦ χρόνου . εἶθʼ ἧς πᾶσι μέτεστι τὸ ἥμισυ καὶ τοῖς μηδʼ ὁτιοῦν ἀγαθὸν πεποιηκόσιν ὑμᾶς , ταύτης τοὺς εὖ ποιήσαντας , ὃ προστεθείκαμεν αὐτοῖς , τοῦτʼ ἀφελώμεθα ; μηδαμῶς · οὔτε γὰρ ἄλλως καλὸν οὔθʼ ὑμῖν πρέπον .
20.7
20.8
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.3 | Dem. 20.7 (English) | >>Dem. 20.10 |